Add parallel Print Page Options

31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, [a]ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· [b]ἐθρηνήσαμεν καὶ οὐκ ἐκλαύσατε· 33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς [c]μὴ [d]ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει· 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ [e]πάντων τῶν τέκνων αὐτῆς.

36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς [f]τὸν οἶκον τοῦ Φαρισαίου [g]κατεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ [h]ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, [i]καὶ ἐπιγνοῦσα ὅτι [j]κατάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα [k]ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, [l]τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ [m]ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· [n]Διδάσκαλε, εἰπέ, φησίν. 41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ [o]ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν [p]αὐτῶν πλεῖον [q]ἀγαπήσει αὐτόν; 43 [r]ἀποκριθεὶς Σίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ [s]μοι ἐπὶ [t]πόδας οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς [u]θριξὶν αὐτῆς ἐξέμαξεν. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν [v]τοὺς πόδας μου. 47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἃ λέγει WH NIV ] λέγοντες Treg; καὶ λέγουσιν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:32 ἐθρηνήσαμεν WH Treg NIV ] + ὑμῖν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 μὴ WH NIV ] μήτε Treg RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:33 ἐσθίων ἄρτον μήτε πίνων οἶνον WH Treg NIV ] ἄρτον ἐσθίων μὴτὲ οἶνον πίνων RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:35 πάντων τῶν τέκνων αὐτῆς WH Treg NIV ] τῶν τέκνων αὐτῆς πάντων RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 τὸν οἶκον WH Treg NIV ] τὴν οἶκὶαν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:36 κατεκλίθη WH Treg NIV ] ἀνεκλίθη RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 ἥτις ἦν ἐν τῇ πόλει WH Treg NIV ] ἐν τῇ πόλει ἥτις ἦν RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 καὶ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:37 κατάκειται WH Treg NIV ] ἀνάκειται RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 ὀπίσω παρὰ … αὐτοῦ WH Treg NIV ] παρὰ … αὐτοῦ ὀπίσω RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:38 τοῖς δάκρυσιν ἤρξατο … αὐτοῦ WH Treg NIV ] ἤρξατο … αὐτοῦ τοῖς δάκρυσιν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:39 ἦν Treg NIV RP ] + ὁ WH
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:40 Διδάσκαλε εἰπέ φησίν WH Treg NIV ] φησίν Διδάσκαλε εἰπέ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἐχόντων WH Treg NIV ] + δὲ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 αὐτῶν WH Treg NIV ] + εἶπέ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:42 ἀγαπήσει αὐτόν WH Treg NIV ] αὐτὸν ἀγαπήσει RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:43 ἀποκριθεὶς WH NIV ] + ὁ Treg; + δὲ ὁ RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 μοι WH Treg NIV ] – RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 πόδας WH Treg NIV ] τοὺς πόδας μου RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:44 θριξὶν WH Treg NIV ] + τὴς κεφαλῆς RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 7:46 τοὺς πόδας μου WH Treg NIV ] μου τοὺς πόδας RP